Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.30 Joseph. BJ 7.35 (English) >>Joseph. BJ 7.42

7.33οὐ βίᾳ γενόμενον αὐτοῖς ὑποχείριον, ἀλλʼ αὑτὸν ἑκουσίως εἰς τὴν τιμωρίαν παραβαλόντα, διʼ πολλοὺς αὐτὸς ὠμῶς ἀπέκτεινε ψευδεῖς αἰτίας ἐπιφέρων τῆς πρὸς Ῥωμαίους μεταβολῆς. 7.34οὐδὲ γὰρ διαφεύγει πονηρία θεοῦ χόλον, οὐδὲ ἀσθενὴς δίκη, χρόνῳ δὲ

-- --

μέτεισι τοὺς εἰς αὐτὴν παρανομήσαντας καὶ χείρω τὴν τιμωρίαν ἐπιφέρει τοῖς πονηροῖς, ὅτι καὶ προσεδόκησαν αὐτῆς ἀπηλλάχθαι μὴ παραυτίκα κολασθέντες. ἔγνω τοῦτο καὶ Σίμων εἰς τὰς Ῥωμαίων ὀργὰς ἐμπεσών. 7.35 δʼ ἐκείνου γῆθεν ἄνοδος πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος ὑπʼ ἐκείνας τὰς ἡμέρας ἐν τοῖς ὑπονόμοις φωραθῆναι παρεσκεύασε. 7.36Καίσαρι δὲ εἰς τὴν παράλιον ἐπανελθόντι Καισάρειαν Σίμων προσήχθη δεδεμένος· κἀκεῖνον μὲν εἰς ὃν ἐπιτελεῖν ἐν Ῥώμῃ παρεσκευάζετο θρίαμβον προσέταξε φυλάττειν. 7.37

Διατρίβων δʼ αὐτόθι τὴν τἀδελφοῦ γενέθλιον ἡμέραν ἐπιφανῶς ἑώρταζε, πολὺ καὶ τῆς τῶν Ἰουδαίων κολάσεως εἰς τὴν ἐκείνου τιμὴν ἀνατιθείς. 7.38 γὰρ ἀριθμὸς τῶν ἔν τε ταῖς πρὸς τὰ θηρία μάχαις καὶ τῶν καταπιμπραμένων ἔν τε ταῖς ἀλληλοκτονίαις ἀναιρουμένων πεντακοσίους ἐπὶ τοῖς δισχιλίοις ὑπερέβαλε. πάντα μέντοι Ῥωμαίοις ἐδόκει ταῦτα μυρίοις αὐτῶν ἀπολλυμένων τρόποις ἐλάττων κόλασις εἶναι. 7.39μετὰ τοῦτο Καῖσαρ εἰς Βηρυτὸν ἧκεν· δʼ ἐστὶν ἐν τῇ Φοινίκῃ πόλις Ῥωμαίων ἄποικος· κἀνταῦθα χρονιωτέραν ἐποιήσατο τὴν ἐπιδημίαν πλείονι χρώμενος τῇ λαμπρότητι περὶ τὴν τοῦ πατρὸς ἡμέραν γενέθλιον ἔν τε ταῖς τῶν θεωριῶν πολυτελείαις καὶ κατὰ τὴν ἄλλην ἐπίνοιαν τῶν ἄλλων ἀναλωμάτων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.30 Joseph. BJ 7.35 (English) >>Joseph. BJ 7.42

Powered by PhiloLogic